[ ] Delos — 230-220? BC
See also:
frg. a.1   θε̣[οί].
[γνώμη] προστατῶν — — — — — — — —
[— — — ἐ]πειδὴ Σῆμος Κοσμ[ιάδου Δήλιος]
— — — — τοῦ λαφύρου τοῦ γενο[μένου]
5 [— — κατ]αδρομῆς πολιτίδας Ε—
[— — Με]λανθίου καὶ Μηνιάδα Αἴθω[νος]
— — — — Εὐδώρου τοῦ Μελανθίου υἱο[ῦ]
[— — γ]υναῖκες Θεαγγελίδες εἰσὶ[ν]
[— ταύ]τας τε διετήρησεν μετὰ π̣[άσης]
10 ․․․․․ ἐπιμελόμενος ὡς ἐλευθέρω[ν]
[— — μ]ε̣τὰ τῶν αὑτοῦ τέκνων καὶ Λ̣ΙΕΙ—
    —ΣΗΜΟ̣Ν̣ καὶ ἐπε̣βάλλετο εἰς ὅ τι ΣΩ—
   —#⁷ΙΟΠΚΛ— —ΕΥΣΑΣ πρὸς ἡ[μᾶς?]
frg. b.1            —Α̣ΙΩΣΛΙ—
            —Σ̣Α̣Ν̣Τ—
[— — — — — ἐ]πρίατο Δ̣Ε․Ε̣ΝΙ̣Ο—
․․․․#⁷ΕΙ̣· ὅπως οὖν καὶ ὁ δῆμος [φαίνηται]
5 [χάρ]ιτας ἀποδιδοὺς τοῖς εὐεργε[τοῦσι καὶ]
[ποι]ουμένοις ἀγαθόν· ἐπαινέσαι Σῆμον ἀ̣[ρε]-
[τῆ]ς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον
τὸν Θεαγγελέων· εἶναι δὲ αὐτὸν πρόξενον
τῆς πόλεως· δεδόσθαι δὲ αὐτῶι πολιτείαν
10 μετέχοντι πάντων ὧν καὶ οἱ λοιποὶ Θεαγγελεῖς
μετέχουσιν· ἐπικληρῶσαι δὲ αὐτὸν καὶ ἐπὶ̣ φ̣υ̣λήν·
ταὐτὰ δὲ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις· ἀναγράψαι
δὲ αὐτὸν καὶ τὸ ὄνομα ἐν τῆι στήληι ἐν ἧι καὶ οἱ λοι-
ποὶ πολῖται καὶ εὐεργέται ἀναγράφονται· ἑλέσθαι
15 δὲ καὶ ἄνδρας οἵτινες τό τε ψήφισμα ἀποδώσου-
σιν Δηλίοις καὶ ἀξιώσουσι αὐτοὺς δοῦναι τόπον
ἐν τῶι ἱερῶι ἐν ὧι ἀναθήσομεν στήλην λιθίνην
ἀναγράψαντες ἐν αὐτῆι τὸ ψήφισμα τόδε ὅπως
ὑπόμνημα ὑπάρχει τῆς τε Σήμου φιλανθρωπί-
20 ας καὶ τῆς τοῦ δήμου πρὸς τοὺς εὐεργέτας εὐ-
χαριστίας· ψῆφοι ἐγένοντο αἱ δίδουσαι ἑξακόσιαι
εἴκοσιν· ἐπεκληρώθη καὶ ἔλαχεν Κ̣Ο̣∶∶ΟΛ̣ΗΝ̣Ι̣․․·
πρεσβευταί· Παυσανίας Θεοδότου, Θράσων Ν— — —
Search Help