[ ] Delos — mid-3rd c. BC
1 — — — — — — — — —οις δε— — — — —
[— — — — — — ποιούμε]νος? κατὰ [τὴν βα]-
[σιλέως Ἀντιγόνου προ]αίρεσιν ἐφρόν[τι]-
[σεν ἵνα οἵ τε δαψιλεῖ]ς καὶ οἱ μὴ πολυωρο[ύμε]-
5 [νοι ὁμοίως? τῶν πολι]τ̣ῶν ἐπιμελείας τυγ-
[χάνωσι καθότι ἦ]ν ὅσιόν τε καὶ δίκαιον, καὶ
[τὰς προσόδ]ους δὲ ἢ μὴ κομιζομένας
[ἢ ὑστερούσ]ας ἵνα ἀπολάβωσι καθάπερ οἱ
[νόμοι π]ροστάττουσι καὶ ἄλλα δὲ οὐκ ὀλί-
10 [γα πο]λ̣ιτικῶς καὶ συμφερόντως ἐπινοή-
[σας] διώικησεν· διόπερ ὁ δῆμος ἔν τε τοῖς
[ἄλλ]οις εὐεργετημένος ὑπὸ τοῦ βασιλέ-
[ως] Ἀντιγόνου μνημονεύει τε καὶ μνημο-
[ν]εύσει καὶ διὰ ταῦτα δ’ οὐχ ἥκιστα ἐπαινεῖ
15 [κ]αὶ πειράσεται χάριτας ἀξίας ἀποδιδόναι κα-
[τ]ὰ δύναμιν τὴν ἑαυτοῦ· ἀναγράψαι δὲ τόδε τὸ ψή-
[φισ]μα καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τοῦ Ἀ-
[π]όλλωνος ἐν Δήλωι καὶ στεφανῶσαι Εὐμή-
[δ]ην τοῖς Ἀπολλωνίοις ἐν τῶι θεάτρωι χρ[υ]σῶι
20 στεφάνωι ἀπὸ δραχμῶν πεντακοσίων κα-
τὰ τὸ κήρυγμα τόδε·
ὁ δῆμος ὁ Συρίων στεφανοῖ Εὐμήδην Φιλοδή-
μου Κλαζομένιον χρυσῶι στεφάνωι ἀπὸ δρα-
χμῶν πεντακοσίων ὅτι ἀποσταλεὶς ὑπὸ τοῦ
25 βασιλέως ἐπικριτὴς τῶν συμβολαίων τὴν
ἐξαγωγὴν ἐποιήσατο καλῶς καὶ δικαίως
καὶ συμφερόντως τῶι δήμωι καὶ κατὰ τὴν
τοῦ βασιλέως Ἀντιγόνου προαίρεσιν εἰς
ὁμόνοιάν τε ἀποκατέστησε τὴν πόλιν
30 τοὺς μὲν πλείστους διαλύσας τῶν διαφε-
ρομένων, τοῖς δὲ λοιποῖς τὰς ἐπικρίσεις
ποιησάμενος.
Εὐμήδους Κλαζομενίου.
Search Help
Contact Us