[ ]
Delos — mid-3rd c. BC
1 | — — — — — — — — —οις δε— — — — — |
[— — — — — — ποιούμε]νος? κατὰ [τὴν βα]- | |
[σιλέως Ἀντιγόνου προ]αίρεσιν ἐφρόν[τι]- | |
[σεν ἵνα οἵ τε δαψιλεῖ]ς καὶ οἱ μὴ πολυωρο[ύμε]- | |
5 | [νοι ὁμοίως? τῶν πολι]τ̣ῶν ἐπιμελείας τυγ- |
[χάνωσι καθότι ἦ]ν ὅσιόν τε καὶ δίκαιον, καὶ | |
[τὰς προσόδ]ους δὲ ἢ μὴ κομιζομένας | |
[ἢ ὑστερούσ]ας ἵνα ἀπολάβωσι καθάπερ οἱ | |
[νόμοι π]ροστάττουσι καὶ ἄλλα δὲ οὐκ ὀλί- | |
10 | [γα πο]λ̣ιτικῶς καὶ συμφερόντως ἐπινοή- |
[σας] διώικησεν· διόπερ ὁ δῆμος ἔν τε τοῖς | |
[ἄλλ]οις εὐεργετημένος ὑπὸ τοῦ βασιλέ- | |
[ως] Ἀντιγόνου μνημονεύει τε καὶ μνημο- | |
[ν]εύσει καὶ διὰ ταῦτα δ’ οὐχ ἥκιστα ἐπαινεῖ | |
15 | [κ]αὶ πειράσεται χάριτας ἀξίας ἀποδιδόναι κα- |
[τ]ὰ δύναμιν τὴν ἑαυτοῦ· ἀναγράψαι δὲ τόδε τὸ ψή- | |
[φισ]μα καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τοῦ Ἀ- | |
[π]όλλωνος ἐν Δήλωι καὶ στεφανῶσαι Εὐμή- | |
[δ]ην τοῖς Ἀπολλωνίοις ἐν τῶι θεάτρωι χρ[υ]σῶι | |
20 | στεφάνωι ἀπὸ δραχμῶν πεντακοσίων κα- |
τὰ τὸ κήρυγμα τόδε· | |
ὁ δῆμος ὁ Συρίων στεφανοῖ Εὐμήδην Φιλοδή- | |
μου Κλαζομένιον χρυσῶι στεφάνωι ἀπὸ δρα- | |
χμῶν πεντακοσίων ὅτι ἀποσταλεὶς ὑπὸ τοῦ | |
25 | βασιλέως ἐπικριτὴς τῶν συμβολαίων τὴν |
ἐξαγωγὴν ἐποιήσατο καλῶς καὶ δικαίως | |
καὶ συμφερόντως τῶι δήμωι καὶ κατὰ τὴν | |
τοῦ βασιλέως Ἀντιγόνου προαίρεσιν εἰς | |
ὁμόνοιάν τε ἀποκατέστησε τὴν πόλιν | |
30 | τοὺς μὲν πλείστους διαλύσας τῶν διαφε- |
ρομένων, τοῖς δὲ λοιποῖς τὰς ἐπικρίσεις | |
ποιησάμενος. | |
Εὐμήδους Κλαζομενίου. |