IG XI,4 1048
[ ] Delos
1 [— — — — — — καὶ προεδρίαν ἐν τοῖς]
[ἀγῶ]σιν καὶ πρόσο[δ]ο[μ] [πρὸς τὴν βου]-
[λὴν κ]αὶ τὸν δῆμον [ἐ]άν το[υ] [δέηται με]-
[τὰ] τὰ ἱερὰ πρώτωι κα[ὶ] ἀσυλ̣[ίαν ἐν]
5 [πολ][μω]ι καὶ εἰρήνηι· ὑπάρχειν δὲ [ταὐ]-
[τὰ κ]αὶ τοῖς ἐκγόνοις αὐτοῦ· {ι} [τ]ὸ δὲ [ψή]-
[φι]σμα τόδε ἀναγράψαι τοὺς ἡιρη-
μένους τ[ῶ]ν συνέδρων εἰστήλην
[λ]ιθίνη<ν> [κ]αὶ ἀναθ̣[ε]ῖν<αι> [ἐ]ν Δήλωι εἰς
10 τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· ἀναγράψαι
δὲ καὶ τὰς [πόλ]εις ἑκάστας παρ’ ἑαυ-
ταῖς τὸ ψ̣ήφισμ[α] καὶ ἀναθεῖναι εἰς
τὰ ἱερὰ οὗ ἔθος ἐ{ι}στ[ὶ]ν {²⁶ἐστὶν}²⁶ αὐταῖς· τὸ δὲ ἀ-
νά[λ]ω[μ]α τὸ εἰς τὴν [σ]τή[λην καὶ] τὴν [ἀ]-
15 ναγραφὴν δοῦναι τοῖς ἡιρημένοις
ἀπὸ τοῦ πε[ρι]όντος τῶι συνεδρίωι.
Search Help