[ ] Delos — ca. 300-250 BC
1 ․․τα․․․․․․ας [τοῖς νησιώταις]
[π]αρέ[σχον]το χρεί[ας λέγοντες καὶ πράτ]-
[τ]οντες ὑπὲρ αὐτ[ῶν ὅ τι ἠδύναντο ἀγα]-
θὸν καὶ νῦν τὴν ε[ὔνοιαν διατελοῦσιν]
5 [δ]ιαφυλάττ[ο]ντες [πρὸς τοὺς νησιώτας]
[κ]α[ὶ κο]ινῆι τε [τ]αῖς π[όλεσιν παρέχονται]
τὰς χρεί[ας] καὶ ἰδ[ίαι τοῖς ἐντυγχά]-
[ν]ουσ[ι]· δεδόχθαι τ[οῖς συνέδροις· ἐπαι]-
[ν]έσαι μὲν Πηλέα κα[ὶ — — — — — —]
10 ․ίου Ἁλικαρνασσεῖ[ς ἀρετῆς ἕνεκα καὶ]
[ε]ὐνοίας τῆς εἰς το[ὺς νησιώτας· δεδόσ]-
θ̣αι δὲ [αὐτ]ο[ῖ]ς καὶ π̣[ολιτείαν vacat?]
[κ]αὶ αὐτοῖς καὶ ἐκγό[νοις ἐν πάσαις]
[τ]αῖς νήσοις ὅσ[αι μετέχουσι τοῦ συνε]-
15 [δρίου]· δεδόσθ[αι δὲ — — — — — — —].
Search Help