[ ] Delos — ca. 300-250 BC
1 ει— — — — — — — — — — —
ὑπὸ τῶν συνέ[δρων — — — — —]
τὴν πρὸς τοὺς νησιώτα[ς εὔνοιαν]·
δεδόχθαι τοῖς συνέδροις· [τά τε ἐ]-
5 κ τοῦ πρότερον ψηφίσματος τοῦ ἀ-
ναγεγραμμένου ἐν τῶι ἱερῶι τοῦ Ἀπό[λ]-
λωνος τοῦ Δηλίου ὑπάρχειν Θρασυ-
κλεῖ παρὰ τοῖς νησιώταις καὶ πάλι[ν]
ἐπαινέσαι αὐτὸν ἀρετῆς ἕνεκεν
10 καὶ εὐνοίας τῆς εἰς τοὺς νησιώτας
καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι
διότι βεβαίαν τὴν εἰς τοὺς νησιώ-
τας εὔνοιαν ποεῖται· ἀνακηρῦξαι
δὲ τὸν στέφανον Πτολεμαίων τῶι
15 ἀγῶνι τῶι πρώτωι, ὅταν οἱ τραγωιδοὶ ἀγωνί-
ζωνται, ὅτι στεφανοῖ αὐτὸν τὸ κοιν[ὸν]
τῶν νησιωτῶν ἀρετῆς ἕν[εκεν καὶ]
EU)NOI/AS H(\N E)/XWN DIAT[ELEI= EI)S TOU\S]
νησιώτας· ἀναγρ[άψαι δὲ τοὺς συν]-
20 έδρους τὸ δόγ[μα τόδε εἰς στήλην]
λιθίνηγ κ[αὶ — — — — — — — — —].
Search Help
Contact Us