[ ]
Delos — ca. 300-250 BC
1 | ει— — — — — — — — — — — |
ὑπὸ τῶν συνέ[δρων — — — — —] | |
τὴν πρὸς τοὺς νησιώτα[ς εὔνοιαν]· | |
δεδόχθαι τοῖς συνέδροις· [τά τε ἐ]- | |
5 | κ τοῦ πρότερον ψηφίσματος τοῦ ἀ- |
ναγεγραμμένου ἐν τῶι ἱερῶι τοῦ Ἀπό[λ]- | |
λωνος τοῦ Δηλίου ὑπάρχειν Θρασυ- | |
κλεῖ παρὰ τοῖς νησιώταις καὶ πάλι[ν] | |
ἐπαινέσαι αὐτὸν ἀρετῆς ἕνεκεν | |
10 | καὶ εὐνοίας τῆς εἰς τοὺς νησιώτας |
καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι | |
διότι βεβαίαν τὴν εἰς τοὺς νησιώ- | |
τας εὔνοιαν ποεῖται· ἀνακηρῦξαι | |
δὲ τὸν στέφανον Πτολεμαίων τῶι | |
15 | ἀγῶνι τῶι πρώτωι, ὅταν οἱ τραγωιδοὶ ἀγωνί- |
ζωνται, ὅτι στεφανοῖ αὐτὸν τὸ κοιν[ὸν] | |
τῶν νησιωτῶν ἀρετῆς ἕν[εκεν καὶ] | |
εὐνοίας ἣν ἔχων διατ[ελεῖ εἰς τοὺς] | |
νησιώτας· ἀναγρ[άψαι δὲ τοὺς συν]- | |
20 | έδρους τὸ δόγ[μα τόδε εἰς στήλην] |
λιθίνηγ κ[αὶ — — — — — — — — —]. |