[ ] Delos — ca. 274/3
1 τὸν στ̣[έφανον? — — — — — —]
ταχθεῖ· τὰ δ[ὲ ἐψηφισμένα? — — —]
ἀναγγέλλειν α[ὐτῶι — — — συν]-
ντελεσθέντω[ν — — — — — —]
5 ἃς οἱ νησιῶται α— — — — — —
αὐτῶι· τὸ δὲ ψήφι[σμα τόδε ἀνα]-
γράψαι τοὺς συνέδ[ρους εἰς στ]-
ήλην λιθίνην καὶ ἀ[ναθεῖναι ἐν]
Δήλωι εἰς τὸ ἱερὸν το̣[ῦ Ἀπόλλω]-
10 νος· ἀναγράψαι δὲ κ[αὶ πόλ]-
εις ἑκάστας παρ’ ἑαυ[ταῖς τὸ ψ]-
φισμα καὶ ἀναθεῖναι ο[ὗ καθ’ ἑκάστ]-
ην νόμιμόν ἐστιν· δοῦ[ναι δὲ κ]-
αὶ ξένια Ἀριστάνδρωι ἀ[πὸ δρ]-
15 αχμῶν πτολεμαικῶν [— καὶ πέμπ]-
ειν τοὺς ἡιρημένους θεω[ρούς]·
τὸ δὲ ἀνάλωμα τὸ εἰς τ[ὴν ἀν]-
αγραφὴν καὶ τὴν στήλη[ν δοῦ]-
ναι τῶι αἱρεθέντι ἐπιμελη[τῆι]
20 ἀπὸ τοῦ περιόντος ἀργυρίου [τῶ]-
ι συνεδρίωι· ἡιρέθη Τεισίας
Μυκόνιος.
Search Help
Contact Us