[ ]
Delos — 274/3
1 | θε[οί]. |
ἔδοξε τοῖς συνέδροις τῶν [νησιωτῶν]· | |
ἐπειδὴ Ὑπατόδωρος Μίκκου καὶ Καφ[ισό]- | |
δωρος Ἀρχίου Θηβαῖοι εὖνοι καὶ φίλοι τοῖς | |
5 | νησιώταις καὶ χρείας παρέχονται καὶ λ[έ]- |
γοντες καὶ πράσσοντες ὅ τι ἂν δύν[ων]- | |
ται ἀγαθὸν ὑπὲρ τῶν νησιωτῶν· δεδό- | |
χθαι τοῖς συνέδροις· ἐπαινέσαι Ὑπατόδω- | |
ρον καὶ Καφισόδωρον Θηβαίους ἀρετῆς ἕ- | |
10 | νεκα καὶ εὐνοίας τῆς εἰς τοὺς νησιώτας |
καὶ εἶναι αὐτοὺς προξένους καὶ εὐεργέ- | |
τας ἐν π[ά]σαις ταῖς νήσοις ὅσαι μετέχου- | |
σι τοῦ συνεδρίου· δεδόσθαι δὲ αὐτοῖς κα[ὶ] | |
προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσι καὶ πρόσο- | |
15 | δον πρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον εἰάν |
του δέωνται πρώτοις μετὰ τὰ ἱερά· καὶ ἀσυ- | |
λίαν ἐμ πολέμωι καὶ ἐν εἰρήνει· ὑπάρχειν | |
δὲ ταῦτα καὶ τοῖς ἐγγόνοις αὐτῶν· τὸ δὲ | |
ψήφισμα τόδε ἀναγράψαι τοὺς συνέ- | |
20 | δρους εἰς στήλην λιθίνην καὶ ἀναθεῖναι ἐν |
Δήλωι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· ἀνα- | |
γράψαι δὲ καὶ τὰς πόλεις ἑκάστας παρ’ ἑ- | |
αυταῖς τὸ ψήφισμα καὶ ἀναθεῖναι εἰς τὰ | |
ἱερὰ οὗ ἔθος ἐστὶν αὐταῖς· τὸ δὲ ἀνάλω- | |
25 | μα τὸ εἰς τὴν στήλην καὶ τὴν ἀναγρα- |
φὴν δοῦναι τῶι αἱρεθέντι ἐπιμελητεῖ ἀπὸ | |
τοῦ περιόν{ον}τος {²⁶περιόντος}²⁶ ἀργυρίου τῶι συνεδρίωι· | |
εἱρέθη ἐπιμελητὴς Τεισίας Μυκόνιος. | |
Ὑπατοδώρου καὶ | |
30 | Καφισοδώρου Θηβαίων. |