[ ]
Delos — 274/3
| 1 | θε[οί]. |
| ἔδοξε τοῖς συνέδροις τῶν [νησιωτῶν]· | |
| ἐπειδὴ Ὑπατόδωρος Μίκκου καὶ Καφ[ισό]- | |
| δωρος Ἀρχίου Θηβαῖοι εὖνοι καὶ φίλοι τοῖς | |
| 5 | νησιώταις καὶ χρείας παρέχονται καὶ λ[έ]- |
| γοντες καὶ πράσσοντες ὅ τι ἂν δύν[ων]- | |
| ται ἀγαθὸν ὑπὲρ τῶν νησιωτῶν· δεδό- | |
| χθαι τοῖς συνέδροις· ἐπαινέσαι Ὑπατόδω- | |
| ρον καὶ Καφισόδωρον Θηβαίους ἀρετῆς ἕ- | |
| 10 | νεκα καὶ εὐνοίας τῆς εἰς τοὺς νησιώτας |
| καὶ εἶναι αὐτοὺς προξένους καὶ εὐεργέ- | |
| τας ἐν π[ά]σαις ταῖς νήσοις ὅσαι μετέχου- | |
| σι τοῦ συνεδρίου· δεδόσθαι δὲ αὐτοῖς κα[ὶ] | |
| προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσι καὶ πρόσο- | |
| 15 | δον πρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον εἰάν |
| του δέωνται πρώτοις μετὰ τὰ ἱερά· καὶ ἀσυ- | |
| λίαν ἐμ πολέμωι καὶ ἐν εἰρήνει· ὑπάρχειν | |
| δὲ ταῦτα καὶ τοῖς ἐγγόνοις αὐτῶν· τὸ δὲ | |
| ψήφισμα τόδε ἀναγράψαι τοὺς συνέ- | |
| 20 | δρους εἰς στήλην λιθίνην καὶ ἀναθεῖναι ἐν |
| Δήλωι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· ἀνα- | |
| γράψαι δὲ καὶ τὰς πόλεις ἑκάστας παρ’ ἑ- | |
| αυταῖς τὸ ψήφισμα καὶ ἀναθεῖναι εἰς τὰ | |
| ἱερὰ οὗ ἔθος ἐστὶν αὐταῖς· τὸ δὲ ἀνάλω- | |
| 25 | μα τὸ εἰς τὴν στήλην καὶ τὴν ἀναγρα- |
| φὴν δοῦναι τῶι αἱρεθέντι ἐπιμελητεῖ ἀπὸ | |
| τοῦ περιόν{ον}τος {²⁶περιόντος}²⁶ ἀργυρίου τῶι συνεδρίωι· | |
| εἱρέθη ἐπιμελητὴς Τεισίας Μυκόνιος. | |
| Ὑπατοδώρου καὶ | |
| 30 | Καφισοδώρου Θηβαίων. |