[ ]
Delos — ca. 280 BC
1 | —ΕΜΟ— — —ΟΛΙ— |
—ΤΑΤΟΥ— —ΝΩΤ— | |
[τ]ά τε ἄλλα [μετ’ εὐ]νοία[ς — — — — — — —] | |
τοῖς νησιώταις ὅσα πρὸς ΕΝΕΑ— | |
5 | καὶ Βακχώι̣ν̣τ̣α̣ Β̣οιω̣τ̣ὸ̣ν̣ (?) τήν τε εὔνοιαν [ἣν δια]- |
τελεῖ ἔχων Σώστρατος πρὸς τοὺς νησιώτας | |
καὶ ὅτι χρείας παρέχεται τοῖς ἀφικνουμένοις | |
[π]ρὸς τὸν βασιλέα μετὰ πάσης προθυμίας καὶ | |
[λέγων] καὶ πράσσων ὅ τι ἂν δύνηται ἀγαθὸν ὑ- | |
10 | πὲρ τῶν [νησιω]τῶν· δεδόχθαι τοῖς συνέδροις· ἐ- |
παινέσαι μὲ[ν Σώ]στρατον Δεξιφάνους Κνίδιον | |
ἀρετῆς ἕνεκα [καὶ εὐν]οίας ἧς ἔχων διατελεῖ | |
ἐμ παντὶ καιρῶι εἰς [τὸν β]ασιλέα Πτολεμαῖον | |
καὶ τοὺς νησιώτας καὶ σ[τεφα]νῶσαι αὐτὸν χρυ- | |
15 | σῶι στεφάνωι ἀπὸ δραχμ[ῶν ἀλ]εξανδρείων |
τρισχιλίων καὶ ἀνακηρῦξαι τὸν [σ]τέφανον [τοῖς] | |
πρώτοις Πτολεμαιείοις ἐν Δήλωι· δ[εδό]σθα[ι δὲ] | |
αὐτῶι πολιτείαν ἐν πάσαις ταῖς ν[ήσοις ὅσαι] | |
μετέχουσιν τοῦ συνεδρίου αὐτῶι [καὶ ἐκγόνοις] | |
20 | καὶ ἀτέλειαν ἁπάντων ὧν ἂν εἰσάγω[σιν καὶ ἐξά]- |
γωσιν καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν καὶ πρό- | |
σοδον πρὸς βουλὴν καὶ δῆμον εἰάν του δέωνται | |
πρώτοις μετὰ τὰ ἱερά· ὅπως δὲ καὶ τῶν ἱερῶν ὧν θύ- | |
ουσιν οἱ νησιῶται ἐν Δήλωι τοῖς τε ἄλλοις θεοῖς καὶ | |
25 | Σωτῆρι Πτολεμαίωι καὶ βασιλεῖ Πτολεμαίωι ἀποσ- |
τέλληται καθ’ ἑκάστην πανήγυριν ἐπὶ τὴν Σωσ- | |
τράτου ἑστίαν γέρας εἰς Κνίδον αὐτῶι καὶ ἐκγό- | |
νοις καθάπερ ἀδελφοῖς, ἐπιμελεῖσθαι τοὺς ἀεὶ γι- | |
νομένους ἐπιμελητὰς τῆς θυσίας· τὸ δὲ ψήφισμα | |
30 | τόδε ἀναγράψαι εἰ[ς σ]τήλην λιθίνην καὶ ἀναθεῖ- |
ναι τοὺς συνέδρους εἰ[ς] τὸ ἐν Δήλωι ἱερόν· κατὰ | |
ταῦτα δὲ ψ[η]φισάσθωσαν αἱ μετέχουσαι τῶν πό- | |
λεων τοῦ συνεδρίου καὶ ἀναγραψάτωσαν εἰς | |
στήλας λιθίνας τὸ δόγμα τόδε καὶ ἀναθέτω- | |
35 | σαν εἰς τὰ ἱερὰ ἐν οἷς καὶ αἱ ἄλλαι τιμαὶ παρ’ ἑ- |
κάστοις τῶν νησιωτῶν εἰσιν ἀναγεγραμ- | |
μέναι. |