IG XI,4 1038
[ ] Delos — ca. 280 BC
1     —ΕΜΟ— — —ΟΛΙ—
     —ΤΑΤΟΥ— —ΝΩΤ—
[τ]ά τε ἄλλα [μετ’ εὐ]νοία[ς — — — — — — —]
τοῖς νησιώταις ὅσα πρὸς ΕΝΕΑ—
5 καὶ Βακχώι̣ν̣τ̣α̣ Β̣οιω̣τ̣ὸ̣ν̣ (?) τήν τε εὔνοιαν [ἣν δια]-
τελεῖ ἔχων Σώστρατος πρὸς τοὺς νησιώτας
καὶ ὅτι χρείας παρέχεται τοῖς ἀφικνουμένοις
[π]ρὸς τὸν βασιλέα μετὰ πάσης προθυμίας καὶ
[λέγων] καὶ πράσσων ὅ τι ἂν δύνηται ἀγαθὸν ὑ-
10 πὲρ τῶν [νησιω]τῶν· δεδόχθαι τοῖς συνέδροις· ἐ-
παινέσαι μὲ[ν Σώ]στρατον Δεξιφάνους Κνίδιον
ἀρετῆς ἕνεκα [καὶ εὐν]οίας ἧς ἔχων διατελεῖ
ἐμ παντὶ καιρῶι εἰς [τὸν β]ασιλέα Πτολεμαῖον
καὶ τοὺς νησιώτας καὶ σ[τεφα]νῶσαι αὐτὸν χρυ-
15 σῶι στεφάνωι ἀπὸ δραχμ[ῶν ἀλ]εξανδρείων
τρισχιλίων καὶ ἀνακηρῦξαι τὸν [σ]τέφανον [τοῖς]
πρώτοις Πτολεμαιείοις ἐν Δήλωι· δ[εδό]σθα[ι δὲ]
αὐτῶι πολιτείαν ἐν πάσαις ταῖς ν[ήσοις ὅσαι]
μετέχουσιν τοῦ συνεδρίου αὐτῶι [καὶ ἐκγόνοις]
20 καὶ ἀτέλειαν ἁπάντων ὧν ἂν εἰσάγω[σιν καὶ ἐξά]-
γωσιν καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν καὶ πρό-
σοδον πρὸς βουλὴν καὶ δῆμον εἰάν του δέωνται
πρώτοις μετὰ τὰ ἱερά· ὅπως δὲ καὶ τῶν ἱερῶν ὧν θύ-
ουσιν οἱ νησιῶται ἐν Δήλωι τοῖς τε ἄλλοις θεοῖς καὶ
25 Σωτῆρι Πτολεμαίωι καὶ βασιλεῖ Πτολεμαίωι ἀποσ-
τέλληται καθ’ ἑκάστην πανήγυριν ἐπὶ τὴν Σωσ-
τράτου ἑστίαν γέρας εἰς Κνίδον αὐτῶι καὶ ἐκγό-
νοις καθάπερ ἀδελφοῖς, ἐπιμελεῖσθαι τοὺς ἀεὶ γι-
νομένους ἐπιμελητὰς τῆς θυσίας· τὸ δὲ ψήφισμα
30 τόδε ἀναγράψαι εἰ[ς σ]τήλην λιθίνην καὶ ἀναθεῖ-
ναι τοὺς συνέδρους εἰ[ς] τὸ ἐν Δήλωι ἱερόν· κατὰ
ταῦτα δὲ ψ[η]φισάσθωσαν αἱ μετέχουσαι τῶν πό-
λεων τοῦ συνεδρίου καὶ ἀναγραψάτωσαν εἰς
στήλας λιθίνας τὸ δόγμα τόδε καὶ ἀναθέτω-
35 σαν εἰς τὰ ἱερὰ ἐν οἷς καὶ αἱ ἄλλαι τιμαὶ παρ’ ἑ-
κάστοις τῶν νησιωτῶν εἰσιν ἀναγεγραμ-
μέναι.
Search Help
Contact Us