[ ] Delos — end 3rd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Χαρία[ς]
Χαριστίου εἶπεν· ἐπειδὴ Κυζικηνοὶ φίλ[οι]
ὄντες τοῦ δήμου τοῦ Δηλίων [ἀπεστάλ]-
[κ]ασιν ἀρχιθέωρον — — — — — — — — —
5 [κ]α[ὶ θεωρ]οὺς — — — — — — — — — —
․․ΟΠΟΝΠΟΝ̣ικαίου̣ κομίσοντας [ψ]ήφισμα
ἐν ὧι ἀξιοῦσι Δηλίους φίλους ὄντας τῆς
πόλεως αὐτῶν ἀποδεῖξαι τόπον ἐν τῶι
ἱερῶι τοῦ Ἀπόλλωνος ἐν ὧι σταθήσεται
10 ἡ στήλη εἰς ἣν ἀναγραφήσεται ὁ δεδομέ-
νος χρησμὸς Κυζικηνοῖς ὑπὸ τοῦ Πυθίου Ἀπ[όλ]-
λωνος καθ’ [ὅ] τι καὶ ἐν τῶι ἱερῶι τῶι ἐν Δελ[φοῖς]
ἀναγέγραπται, περὶ αὐτῶν δὲ τούτω[ν διε]-
λέγησαν ἀκολούθως ὅ τε ἀρχιθέωρος [καὶ οἱ]
15 θεωροί· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμ̣[ωι· ἐπι]-
μεληθῆναι τοὺς ἱεροποιοὺς μετὰ τῆ[ς βου]-
[λ]ῆς ὅπως δοθεῖ τόπος ἐν ὧι σταθήσε[ται ἡ]
στήλη ἐν τόπωι ὡς ἐπιφανεστάτ[ωι καθὼς ἀ]-
ξιοῦσι Κυζικηνοὶ ὅπως ἔχει καλ[ῶς καὶ εὐ]-
20 σεβῶς τῶι δήμωι τῶι Δηλίων [τὰ πρός τε]
τοὺς θεοὺς καὶ τὸν δῆμον τὸν [Κυζικηνῶν]·
ἐπαινέσαι δὲ τοὺς θεωροὺς κ[αὶ καλέσαι ἐπὶ]
ξένια εἰς τὸ πρυτανεῖο[ν — — — — — —]·
τὸ δὲ ἀνάλωμα δοῦ[ναι τὸν ταμίαν τὸ ἐκ τοῦ]
25 νόμου· Παρμενί[ων — — — ἐπέψηφισεν].
Search Help
Contact Us