[ ]
Delos — end 3rd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Χαρία[ς] |
Χαριστίου εἶπεν· ἐπειδὴ Κυζικηνοὶ φίλ[οι] | |
ὄντες τοῦ δήμου τοῦ Δηλίων [ἀπεστάλ]- | |
[κ]ασιν ἀρχιθέωρον — — — — — — — — — | |
5 | [κ]α[ὶ θεωρ]οὺς — — — — — — — — — — |
․․ΟΠΟΝΠΟΝ̣ικαίου̣ κομίσοντας [ψ]ήφισμα | |
ἐν ὧι ἀξιοῦσι Δηλίους φίλους ὄντας τῆς | |
πόλεως αὐτῶν ἀποδεῖξαι τόπον ἐν τῶι | |
ἱερῶι τοῦ Ἀπόλλωνος ἐν ὧι σταθήσεται | |
10 | ἡ στήλη εἰς ἣν ἀναγραφήσεται ὁ δεδομέ- |
νος χρησμὸς Κυζικηνοῖς ὑπὸ τοῦ Πυθίου Ἀπ[όλ]- | |
λωνος καθ’ [ὅ] τι καὶ ἐν τῶι ἱερῶι τῶι ἐν Δελ[φοῖς] | |
ἀναγέγραπται, περὶ αὐτῶν δὲ τούτω[ν διε]- | |
λέγησαν ἀκολούθως ὅ τε ἀρχιθέωρος [καὶ οἱ] | |
15 | θεωροί· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμ̣[ωι· ἐπι]- |
μεληθῆναι τοὺς ἱεροποιοὺς μετὰ τῆ[ς βου]- | |
[λ]ῆς ὅπως δοθεῖ τόπος ἐν ὧι σταθήσε[ται ἡ] | |
στήλη ἐν τόπωι ὡς ἐπιφανεστάτ[ωι καθὼς ἀ]- | |
ξιοῦσι Κυζικηνοὶ ὅπως ἔχει καλ[ῶς καὶ εὐ]- | |
20 | σεβῶς τῶι δήμωι τῶι Δηλίων [τὰ πρός τε] |
τοὺς θεοὺς καὶ τὸν δῆμον τὸν [Κυζικηνῶν]· | |
ἐπαινέσαι δὲ τοὺς θεωροὺς κ[αὶ καλέσαι ἐπὶ] | |
ξένια εἰς τὸ πρυτανεῖο[ν — — — — — —]· | |
τὸ δὲ ἀνάλωμα δοῦ[ναι τὸν ταμίαν τὸ ἐκ τοῦ] | |
25 | νόμου· Παρμενί[ων — — — ἐπέψηφισεν]. |