[ ]
Delos — end 3rd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Χαρία[ς] |
| Χαριστίου εἶπεν· ἐπειδὴ Κυζικηνοὶ φίλ[οι] | |
| ὄντες τοῦ δήμου τοῦ Δηλίων [ἀπεστάλ]- | |
| [κ]ασιν ἀρχιθέωρον — — — — — — — — — | |
| 5 | [κ]α[ὶ θεωρ]οὺς — — — — — — — — — — |
| ․․ΟΠΟΝΠΟΝ̣ικαίου̣ κομίσοντας [ψ]ήφισμα | |
| ἐν ὧι ἀξιοῦσι Δηλίους φίλους ὄντας τῆς | |
| πόλεως αὐτῶν ἀποδεῖξαι τόπον ἐν τῶι | |
| ἱερῶι τοῦ Ἀπόλλωνος ἐν ὧι σταθήσεται | |
| 10 | ἡ στήλη εἰς ἣν ἀναγραφήσεται ὁ δεδομέ- |
| νος χρησμὸς Κυζικηνοῖς ὑπὸ τοῦ Πυθίου Ἀπ[όλ]- | |
| λωνος καθ’ [ὅ] τι καὶ ἐν τῶι ἱερῶι τῶι ἐν Δελ[φοῖς] | |
| ἀναγέγραπται, περὶ αὐτῶν δὲ τούτω[ν διε]- | |
| λέγησαν ἀκολούθως ὅ τε ἀρχιθέωρος [καὶ οἱ] | |
| 15 | θεωροί· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμ̣[ωι· ἐπι]- |
| μεληθῆναι τοὺς ἱεροποιοὺς μετὰ τῆ[ς βου]- | |
| [λ]ῆς ὅπως δοθεῖ τόπος ἐν ὧι σταθήσε[ται ἡ] | |
| στήλη ἐν τόπωι ὡς ἐπιφανεστάτ[ωι καθὼς ἀ]- | |
| ξιοῦσι Κυζικηνοὶ ὅπως ἔχει καλ[ῶς καὶ εὐ]- | |
| 20 | σεβῶς τῶι δήμωι τῶι Δηλίων [τὰ πρός τε] |
| τοὺς θεοὺς καὶ τὸν δῆμον τὸν [Κυζικηνῶν]· | |
| ἐπαινέσαι δὲ τοὺς θεωροὺς κ[αὶ καλέσαι ἐπὶ] | |
| ξένια εἰς τὸ πρυτανεῖο[ν — — — — — —]· | |
| τὸ δὲ ἀνάλωμα δοῦ[ναι τὸν ταμίαν τὸ ἐκ τοῦ] | |
| 25 | νόμου· Παρμενί[ων — — — ἐπέψηφισεν]. |