[ ] Delos — ca. 300-250 BC
1 [— — — — — — — πρόξενον καὶ]
[εὐεργέτη]ν καὶ αὐτὸν καὶ [ἐκγόνους]
[καὶ εἶ]ναι αὐτοῖς ἀτέλειαν ἐ[ν Δή]-
[λωι πά]ντων καὶ προεδρίαν καὶ γῆς ἔ[γ]-
5 [κτησιν] καὶ οἰκίας καὶ πρόσοδον πρὸ[ς]
[τ]ὴν βουλὴν καὶ τὸν [δ][μο]ν πρώτοις
[μ]ετὰ τὰ ἱερά· ὑπάρχ[ειν δὲ] αὐτοῖς καὶ τ[ὰ]
[ἄ]λλα πάντα ὅσαπερ καὶ τοῖς ἄλλοι[ς]
[π]ρ[οξ]ένοις καὶ εὐεργέταις Δηλίων· ἀν[α]-
10 γράψαι δὲ τόδε τὸ ψήφισμα τὴν μὲν
βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς δὲ
ἱεροποιοὺς εἰς τὸ ἱερ[ό]ν.
Search Help
Contact Us