[ ] Delos — shortly bef. ca. 250 BC
1 [— εὐεργέτην τοῦ ἱεροῦ κα]ὶ̣ Δηλίων
[καὶ αὐτὸν καὶ ἐκγόνου]ς καὶ εἶναι
[αὐτοῖς ἐν Δήλωι] ἀτέλειαν πάντων
[καὶ προεδρίαν ἐ]ν τοῖς ἀγῶσι καὶ γῆς
5 [καὶ οἰκί]ας ἔγκτησιν καὶ πρόσοδον
[π]ρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον
πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ ἄλλα
ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ
εὐεργέταις δέδοται παρὰ Δηλίων·
10 ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὴμ μὲν
βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς δὲ
ἱεροποιοὺς εἰς τὸ ἱερόν.
Search Help
Contact Us