[ ]
Delos — shortly bef. ca. 250 BC
| 1 | [— εὐεργέτην τοῦ ἱεροῦ κα]ὶ̣ Δηλίων |
| [καὶ αὐτὸν καὶ ἐκγόνου]ς καὶ εἶναι | |
| [αὐτοῖς ἐν Δήλωι] ἀτέλειαν πάντων | |
| [καὶ προεδρίαν ἐ]ν τοῖς ἀγῶσι καὶ γῆς | |
| 5 | [καὶ οἰκί]ας ἔγκτησιν καὶ πρόσοδον |
| [π]ρὸς τὴμ βουλὴν καὶ τὸν δῆμον | |
| πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ ἄλλα | |
| ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
| εὐεργέταις δέδοται παρὰ Δηλίων· | |
| 10 | ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὴμ μὲν |
| βουλὴν εἰς τὸ βουλευτήριον, τοὺς δὲ | |
| ἱεροποιοὺς εἰς τὸ ἱερόν. |