[ ] Delos — end 4th/beg. 3rd c. BC
1   θ[εοί].
ἔδο[ξεν τῆι βουλῆι καὶ τῶι δήμωι]·
Τ—
Τ—
5 desunt vss. 4
9 [— — — — — καὶ] εὐεργέτην
10 τῆς [πόλεως τῆς] Δηλίων κ[αὶ]
αὐτὸ[ν καὶ] ἐκγόνους καὶ εἶναι
αὐτο[ῖς ἐν Δή]λωι ἀτέλειαν καὶ
προεδρίαν [καὶ] γῆς ἔγκτησιν
καὶ οἰκίας καὶ πρόσοδον πρὸ[ς]
15 τὴν βουλὴν καὶ τὸν δῆμον
πρώτοις μετὰ τὰ ἱερά· ὑπάρχε[ιν]
δὲ αὐτοῖς καὶ πολιτείαν ἐν
Δήλωι καὶ τὰ ἄλλα ὅσαπε[ρ]
καὶ τοῖς ἄλλοις προξένοις
20 καὶ εὐεργέταις δίδοται ἐν
Δήλωι· ἀναγράψαι δὲ τόδε τὸ
ψήφισμα τὴν μὲν βουλὴν
εἰς τὸ βουλευτήριον, τοὺς
δὲ ἱεροποιοὺς εἰς τὸ ἱερόν.
Search Help