[ ]
Delos — beg. 2nd c. BC
1 | θεοί. |
ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δή- | |
μωι· Ἀντίγονος Ξενομείδους | |
εἶπεν· ἐπειδὴ Προσθένης | |
5 | Πραξικλέους Πάριος ἀνὴρ ἀ- |
γαθὸς ὢν διατελεῖ περί τε τὸ | |
[ἱ]ερὸν καὶ τὸν δῆμον τὸν Δηλίων | |
[κ]αὶ χρείας παρέχεται κοινεῖ | |
[κ]αὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν | |
10 | αὐτῶι τῶν πολιτῶν εἰς ἃ ἄν |
τις ἑαυτὸν παρακαλεῖ· δεδό- | |
χθαι τεῖ βουλεῖ καὶ τῶι δή- | |
μω[ι]· Προσθένην Πραξικλέ- | |
ους Πάριον πρόξενον εἶναι | |
15 | καὶ εὐεργέτην τοῦ ἱεροῦ |
καὶ Δηλίων καὶ αὐτὸν καὶ ἐκ- | |
γόνους καὶ εἶναι αὐτοῖς ἐν | |
[Δ]ήλωι γῆς καὶ οἰκίας ἔγ- | |
[κτησιν καὶ π]ρόσοδον πρὸς | |
20 | [τὴν βουλὴν καὶ τὸ]ν δῆ[μον] |
[πρώτοις μετὰ τὰ ἱερά — —]. |