[ ] Delos — beg. 2nd c. BC
1 θεοί.
ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δή-
μωι· Ἀντίγονος Ξενομείδους
εἶπεν· ἐπειδὴ Προσθένης
5 Πραξικλέους Πάριος ἀνὴρ ἀ-
γαθὸς ὢν διατελεῖ περί τε τὸ
[ἱ]ερὸν καὶ τὸν δῆμον τὸν Δηλίων
[κ]αὶ χρείας παρέχεται κοινεῖ
[κ]αὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν
10 αὐτῶι τῶν πολιτῶν εἰς ἃ ἄν
τις ἑαυτὸν παρακαλεῖ· δεδό-
χθαι τεῖ βουλεῖ καὶ τῶι δή-
μω[ι]· Προσθένην Πραξικλέ-
ους Πάριον πρόξενον εἶναι
15 καὶ εὐεργέτην τοῦ ἱεροῦ
καὶ Δηλίων καὶ αὐτὸν καὶ ἐκ-
γόνους καὶ εἶναι αὐτοῖς ἐν
[Δ]ήλωι γῆς καὶ οἰκίας ἔγ-
[κτησιν καὶ π]ρόσοδον πρὸς
20 [τὴν βουλὴν καὶ τὸ]ν δῆ[μον]
[πρώτοις μετὰ τὰ ἱερά — —].
Search Help
Contact Us