[ ] Delos — beg. 2nd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή-
μωι· Τιμοκλείδης Τελεσίππου εἶπε[ν]·
ἐπειδὴ Κλεινόδημος Ληβώτου Σί-
φνιος ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ πε[ρὶ]
5 τὸ ἱερὸν καὶ τὸν δῆμον τὸ̣ν Δηλίων
καὶ χρείας παρέχεται καὶ κοινῆι τῆι
πόλει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν
αὐτῶι τῶν πολιτῶν εἰς ὃ ἄν [τ]ις αὐ-
τὸν παρακαλῇ· περὶ δὴ [τ]ού[των] δεδό-
10 χθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέ-
σαι Κλεινόδημον Ληβώτου Σίφνιον
ἐπὶ τῆι αἱρέσ<ε>ι ἧι ἔχων διατελεῖ περ-
ὶ τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλί-
ων καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐ[ερ]-
15 [γ]έτην τοῦ τε ἱεροῦ καὶ Δηλίων κα[ὶ]
αὐτὸν καὶ ἐγγόνους· εἶναι δ’ αὐ-
τοῖς ἐν Δήλωι γῆς καὶ οἰκίας ἔνκτ[η]-
σιν καὶ πρόσοδον πρὸς τὴν βουλὴν
καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά·
20 ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰ ἄλλα
πάντα ὅσα δέδοται καὶ τοῖς ἄλλοις
προξένοις καὶ εὐεργέταις τοῦ τε ἱ-
εροῦ καὶ Δηλίων· ἀναγράψαι δὲ τόδε
τὸ ψήφισμα τὴν μὲν βουλὴν εἰς τὸ
25 βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς
εἰς τὸ ἱερὸν εἰς στήλην λιθίνην· Ἀπολλό-
δωρος Μαντιθέου ἐπεψήφισεν.
Search Help
Contact Us