[ ]
Delos — beg. 2nd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή- |
μωι· Τιμοκλείδης Τελεσίππου εἶπε[ν]· | |
ἐπειδὴ Κλεινόδημος Ληβώτου Σί- | |
φνιος ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ πε[ρὶ] | |
5 | τὸ ἱερὸν καὶ τὸν δῆμον τὸ̣ν Δηλίων |
καὶ χρείας παρέχεται καὶ κοινῆι τῆι | |
πόλει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν | |
αὐτῶι τῶν πολιτῶν εἰς ὃ ἄν [τ]ις αὐ- | |
τὸν παρακαλῇ· περὶ δὴ [τ]ού[των] δεδό- | |
10 | χθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέ- |
σαι Κλεινόδημον Ληβώτου Σίφνιον | |
ἐπὶ τῆι αἱρέσ<ε>ι ἧι ἔχων διατελεῖ περ- | |
ὶ τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλί- | |
ων καὶ εἶναι αὐτὸν πρόξενον καὶ εὐ[ερ]- | |
15 | [γ]έτην τοῦ τε ἱεροῦ καὶ Δηλίων κα[ὶ] |
αὐτὸν καὶ ἐγγόνους· εἶναι δ’ αὐ- | |
τοῖς ἐν Δήλωι γῆς καὶ οἰκίας ἔνκτ[η]- | |
σιν καὶ πρόσοδον πρὸς τὴν βουλὴν | |
καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· | |
20 | ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰ ἄλλα |
πάντα ὅσα δέδοται καὶ τοῖς ἄλλοις | |
προξένοις καὶ εὐεργέταις τοῦ τε ἱ- | |
εροῦ καὶ Δηλίων· ἀναγράψαι δὲ τόδε | |
τὸ ψήφισμα τὴν μὲν βουλὴν εἰς τὸ | |
25 | βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς |
εἰς τὸ ἱερὸν εἰς στήλην λιθίνην· Ἀπολλό- | |
δωρος Μαντιθέου ἐπεψήφισεν. |