[ ] Delos — beg. 2nd c. BC
1 [ἔδοξεν τῆι βου]λῆι καὶ τῶι δή-
[μωι· — — — —]ης Λεοντιάδου
[εἶπεν· ἐπειδὴ Δ]ημέας Διονυ-
[σίου Νάξιος ἀ]νὴρ ἀγαθὸς
5 [ὢν διατελεῖ περ]ί τε τὸ ἱερὸν
[καὶ τὸν δῆμον τὸν Δηλ]ίων καὶ
[χρείας] παρέχεται καὶ κ[ο]ινεῖ
[τ]ε[ῖ πόλ]ει καὶ ἰδίαι τοῖς ἐντ[υγ]-
[χά]ν[ο]υσιν αὐτῶι τῶμ πολ[ι]-
10 τῶν εἰς ὃ ἄν τις αὐτὸν παρα-
[κ]αλεῖ, πρόθυμον αὑτὸν παρα-
σ[κ]ε[υ]άζων εἰς τὸ πᾶν τὸ χρή-
σ[ιμον] συντελεῖν Δηλίοις·
δε[δ][χ]θαι τεῖ βουλεῖ καὶ τῶι
15 δήμωι· εἶναι Δημέαν Διονυσί-
ου Νάξιον πρόξενον καὶ εὐερ-
γέτην τοῦ τε ἱεροῦ καὶ Δηλίων κα[ὶ]
αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐ-
τοῖς [ἐν] Δήλωι γῆς καὶ οἰκίας ἔν-
20 κτησιν καὶ πρόσοδο[μ] πρὸς τὴμ βου-
λὴν πρώτοις μετὰ τὰ ἱερά· ὑπάρ-
χειν δὲ αὐτοῖς καὶ τὰ ἄλλα
πάντα ὅσα καὶ τοῖς λοιπ[οῖς]
προξένοις καὶ εὐ[ερ]γέ[ταις δέ]-
25 δοται τοῦ τε ἱερο[ῦ καὶ Δηλίων]·
[ἀ]να[γράψ]αι δὲ τόδε τὸ ψήφισμα — — —].
Search Help
Contact Us