[ ]
Delos — beg. 2nd c. BC
1 | [ἔδοξεν τῆι βου]λῆι καὶ τῶι δή- |
[μωι· — — — —]ης Λεοντιάδου | |
[εἶπεν· ἐπειδὴ Δ]ημέας Διονυ- | |
[σίου Νάξιος ἀ]νὴρ ἀγαθὸς | |
5 | [ὢν διατελεῖ περ]ί τε τὸ ἱερὸν |
[καὶ τὸν δῆμον τὸν Δηλ]ίων καὶ | |
[χρείας] παρέχεται καὶ κ[ο]ινεῖ | |
[τ]ε[ῖ πόλ]ει καὶ ἰδίαι τοῖς ἐντ[υγ]- | |
[χά]ν[ο]υσιν αὐτῶι τῶμ πολ[ι]- | |
10 | τῶν εἰς ὃ ἄν τις αὐτὸν παρα- |
[κ]αλεῖ, πρόθυμον αὑτὸν παρα- | |
σ[κ]ε[υ]άζων εἰς τὸ πᾶν τὸ χρή- | |
σ[ιμον] συντελεῖν Δηλίοις· | |
δε[δ]ό[χ]θαι τεῖ βουλεῖ καὶ τῶι | |
15 | δήμωι· εἶναι Δημέαν Διονυσί- |
ου Νάξιον πρόξενον καὶ εὐερ- | |
γέτην τοῦ τε ἱεροῦ καὶ Δηλίων κα[ὶ] | |
αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐ- | |
τοῖς [ἐν] Δήλωι γῆς καὶ οἰκίας ἔν- | |
20 | κτησιν καὶ πρόσοδο[μ] πρὸς τὴμ βου- |
λὴν πρώτοις μετὰ τὰ ἱερά· ὑπάρ- | |
χειν δὲ αὐτοῖς καὶ τὰ ἄλλα | |
πάντα ὅσα καὶ τοῖς λοιπ[οῖς] | |
προξένοις καὶ εὐ[ερ]γέ[ταις δέ]- | |
25 | δοται τοῦ τε ἱερο[ῦ καὶ Δηλίων]· |
[ἀ]να[γράψ]αι δὲ τόδε τὸ ψήφισμα — — —]. |