[ ] Delos — beg. 2nd c. BC
1 [— — — — — — — ἐπει]δὴ [Δά]-
[μων Ζηνο— — — — —] ἀνὴρ ἀ-
[γαθὸς ὢν διατελεῖ περί] τε τὸ ἱε-
[ρὸν καὶ τὸν δῆμον τὸν] Δηλίων καὶ
5 [χρείας παρέχεται] καὶ κοινῆι τῆι
[πόλει τῆι Δηλίων καὶ ἰδ]ίαι τοῖς ἐν-
[τυγχάνουσιν αὐτῶι τ]ῶν πολιτῶν
[εἰς ὃ ἄν τις αὐτὸν] παρακαλῇ· περὶ
[δὴ τούτων δεδόχ]θαι τῆι βουλῆι
10 [καὶ τῶι δήμωι· εἶ]ναι Δάμωνα Ζηνο-
[— — — — — π]ρό[ξ]εν[ο]ν καὶ εὐε[ρ]-
[γέτην τοῦ τε ἱερ]οῦ καὶ [Δη]λίων κα[ὶ]
[αὐτὸν καὶ ἐκγόνου]ς καὶ εἶναι αὐτοῖ[ς]
[ἐν Δήλωι γῆς καὶ ο]ἰκία[ς] ἔγκτησιν
15 [καὶ προεδρίαν ἐν π]ᾶσι [τ]οῖς ἀγῶσιν
[οἷς ἡ πόλις συντε]λεῖ καὶ πρόσοδον
[πρὸς τὴν βουλὴν π]ρώτωι μετὰ τὰ
[ἱερά· ὑπάρχειν δὲ α]ὐτῶι καὶ τὰ ἄλλα
[ὅσα δέδοται καὶ τοῖς] ἄλλοις προξέ-
20 [νοις καὶ εὐεργέτα]ις τοῦ τε ἱεροῦ
[καὶ Δηλίων· ἀναγρά]ψαι δὲ τόδε τ[ὸ ψή]-
[φισμα — — — — — — — — — — — — —].
Search Help
Contact Us