[ ] Delos — beg. 2nd c. BC
1 [— — — — — — — — — ἀνὴρ]
[ἀγ]αθὸς ὢν διατελεῖ περί τε
[τὸ] ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλίων
[κ]αὶ χρείας παρέχεται καὶ κοινῆι
5 τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχά-
νουσιν αὐτῶι τῶν πολιτῶν
[ε]ἰς ἃ ἄν τις αὐτὸν παρακαλῆι·
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι·
εἶναι Πολύστρατον Δαλίωνος
10 Βοιώτιον πρόξενον καὶ εὐεργέτη[ν]
τοῦ τε ἱεροῦ καὶ Δηλίων [καὶ αὐτὸν]
καὶ ἐκγόνους· [εἶναι δὲ αὐτοῖς]
ἐν Δήλωι — — — — — — — — — —.
Search Help
Contact Us