[ ]
Delos — beg. 2nd c. BC
corona laurea | |
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Πάν- |
ταινος Πανταίνου εἶπεν· ἐπειδὴ Κτήσιππος | |
Κ[τησί]ππου Χῖος, πρόξενος ὢν τοῦ δήμου, πᾶσαν | |
σπουδὴν καὶ ἐπιμέλειαν ποιεῖται περί τε τοῦ ἱεροῦ | |
5 | καὶ Δηλίων· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμω[ι]· |
στεφανῶσαι αὐτὸν τοῖς Ἀπολλωνίοις δάφνη[ς] | |
στεφάνωι τῶι ἱερῶι καὶ ἀναγορεῦσαι τὸν ἱεροκή- | |
ρυκα ἐν τῶι θεάτρωι, ὅταν οἱ χοροὶ τῶν παίδων | |
ἀγωνίζωνται, τόδε τὸ κήρυγμα· στεφανοῖ | |
10 | ὁ δῆμος ὁ Δηλίων Κτήσιππον Κτησίππου |
Χῖον δάφνης στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐ- | |
σεβείας τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς | |
τὸν δῆμον τὸν Δηλίων· Πολύξενος Φωκαι- | |
έως ἐπεψήφισεν. | |
15 | corona laurea |