[ ] Delos — beg. 2nd c. BC
          corona laurea
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Πάν-
ταινος Πανταίνου εἶπεν· ἐπειδὴ Κτήσιππος
Κ[τησί]ππου Χῖος, πρόξενος ὢν τοῦ δήμου, πᾶσαν
σπουδὴν καὶ ἐπιμέλειαν ποιεῖται περί τε τοῦ ἱεροῦ
5 καὶ Δηλίων· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμω[ι]·
στεφανῶσαι αὐτὸν τοῖς Ἀπολλωνίοις δάφνη[ς]
στεφάνωι τῶι ἱερῶι καὶ ἀναγορεῦσαι τὸν ἱεροκή-
ρυκα ἐν τῶι θεάτρωι, ὅταν οἱ χοροὶ τῶν παίδων
ἀγωνίζωνται, τόδε τὸ κήρυγμα· στεφανοῖ
10 ~z10
ὁ δῆμος ὁ Δηλίων Κτήσιππον Κτησίππου
Χῖον δάφνης στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐ-
σεβείας τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς
τὸν δῆμον τὸν Δηλίων· Πολύξενος Φωκαι-
15 έως ἐπεψήφισεν.
          corona laurea
Search Help
Contact Us