[ ] Delos — beg. 2nd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή-
μωι· Ἀπολλόδωρος Ἀμφικλέ-
ους εἶπεν· ἐπειδὴ Κτήσιπ-
πος Κτησίππου Χῖος ἀνὴρ
5 ἀγαθὸς ὢν διατελεῖ περί τε
τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν
Δηλίων καὶ χρείας παρέ-
χεται καὶ κοινεῖ τῆι πόλει
καὶ ἰδίαι τοῖς ἐντυγχά-
10 νουσιν αὐτῶι τῶν πολιτῶν
εἰς ἃ ἄν τις αὐτὸν παρα-
καλεῖ· περὶ δὴ τούτων δε-
δόχθαι τῆι βουλῆι καὶ τῶι δή-
μωι· ἐπαινέσαι Κτήσιππον
15 Κτησίππου Χῖον ἐπὶ τῆι αἱ-
ρέσει ἣν ἔχων διατελεῖ πε-
ρί τε τὸ ἱερὸν καὶ τὸν δῆμον
τὸν Δηλίων καὶ εἶναι αὐ-
τὸν πρόξενον καὶ εὐεργέ-
20 την τοῦ τε ἱεροῦ καὶ Δηλίων
καὶ αὐτὸν καὶ ἐκγόνους· εἶ-
ναι δὲ αὐτοῖς γῆς καὶ οἰκίας
ἔγκτησιν καὶ πρόσοδον πρὸς
τὴν βουλὴν καὶ τὸν δῆμον πρώ-
25 τοις μετὰ τὰ ἱερά· ὑπάρχειν δὲ
αὐτοῖς καὶ τὰ ἄλλα πάντα ὅσα
δέδοται καὶ τοῖς ἄλλοις προξέ-
νοις καὶ εὐεργέταις τοῦ τε ἱεροῦ
καὶ Δηλίων· ἀναγράψαι δὲ τόδε
30 τὸ ψήφισμα τὴν μὲν βουλὴν
εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱε-
ροποιοὺς εἰς τὸ ἱερὸν εἰς στή-
λην λιθίνην· Παντέλης Παντέ-
λου ἐπεψήφισεν.
Search Help
Contact Us