[ ]
Delos — beg. 2nd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή- |
μωι· Ἀπολλόδωρος Ἀμφικλέ- | |
ους εἶπεν· ἐπειδὴ Κτήσιπ- | |
πος Κτησίππου Χῖος ἀνὴρ | |
5 | ἀγαθὸς ὢν διατελεῖ περί τε |
τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν | |
Δηλίων καὶ χρείας παρέ- | |
χεται καὶ κοινεῖ τῆι πόλει | |
καὶ ἰδίαι τοῖς ἐντυγχά- | |
10 | νουσιν αὐτῶι τῶν πολιτῶν |
εἰς ἃ ἄν τις αὐτὸν παρα- | |
καλεῖ· περὶ δὴ τούτων δε- | |
δόχθαι τῆι βουλῆι καὶ τῶι δή- | |
μωι· ἐπαινέσαι Κτήσιππον | |
15 | Κτησίππου Χῖον ἐπὶ τῆι αἱ- |
ρέσει ἣν ἔχων διατελεῖ πε- | |
ρί τε τὸ ἱερὸν καὶ τὸν δῆμον | |
τὸν Δηλίων καὶ εἶναι αὐ- | |
τὸν πρόξενον καὶ εὐεργέ- | |
20 | την τοῦ τε ἱεροῦ καὶ Δηλίων |
καὶ αὐτὸν καὶ ἐκγόνους· εἶ- | |
ναι δὲ αὐτοῖς γῆς καὶ οἰκίας | |
ἔγκτησιν καὶ πρόσοδον πρὸς | |
τὴν βουλὴν καὶ τὸν δῆμον πρώ- | |
25 | τοις μετὰ τὰ ἱερά· ὑπάρχειν δὲ |
αὐτοῖς καὶ τὰ ἄλλα πάντα ὅσα | |
δέδοται καὶ τοῖς ἄλλοις προξέ- | |
νοις καὶ εὐεργέταις τοῦ τε ἱεροῦ | |
καὶ Δηλίων· ἀναγράψαι δὲ τόδε | |
30 | τὸ ψήφισμα τὴν μὲν βουλὴν |
εἰς τὸ βουλευτήριον, τοὺς δὲ ἱε- | |
ροποιοὺς εἰς τὸ ἱερὸν εἰς στή- | |
λην λιθίνην· Παντέλης Παντέ- | |
λου ἐπεψήφισεν. |