[ ] Delos — beg. 2nd c. BC
1 [— — — — — — εἰς ἃ ἄν τις αὐτὸν παρα]-
καλῇ· περὶ δὴ τούτω[ν δεδόχθαι τῆι βουλῆι]
καὶ τῶι δήμωι· εἶναι Ἀφροδίσιο[ν Ζηνοδώρου]
Ἀσκαλωνίτην πρόξενον καὶ εὐερ[γέτην τοῦ]
5 τε ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ ἐκγό[νους]
καὶ εἶναι αὐτοῖς ἐν Δήλωι γῆς καὶ οἰκίας ἔγ-
κτησιν καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶ-
σιν οἷς ὁ δῆμος συντελεῖ καὶ πρόσοδον
πρὸς τὴν βουλὴν πρώτωι μετὰ τὰ ἱερά·
10 ὑπάρχειν δὲ αὐτῶι καὶ τὰ ἄλλα ὅσα δέ-
δοται καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργ-
[έταις τ]οῦ ἱεροῦ καὶ Δηλίων· ἀναγράψα[ι]
[δὲ τόδε τὸ ψήφισμα] τὴμ μὲν βουλὴν εἰς
[τὸ βουλευτήριον, τοὺς δὲ ἱε]ροποιοὺς εἰς
15 [τὸ ἱερόν· — — — — ἐπε]ψήφισεν.
Search Help
Contact Us