[ ] Delos — beg. 2nd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀντίγονος Χαρι-
στίου εἶπεν· ἐπειδὴ Διονύσιος Διονυσίου Σε-
λευκεὺς ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περί τε τὸ
ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλίων καὶ χρείας πα-
5 ρέχεται καὶ κοινεῖ τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυν-
χάνουσιν αὐτῶι τῶν πολιτῶν φιλότιμον αὑ-
[τ]ὸν παρασκευάζει ἐν παντὶ καιρῶι· ἵνα οὖν ὁ δῆ-
[μος εὐ]χάριστος ὢ[ν] φαίνηται καὶ τιμῶν τοὺς γ[ε]-
[νομένο]υς ἀγαθοὺς ἄνδρας περί τε τὸ ἱ[ερὸν]
10 [καὶ τὸν δῆμον] τὸν Δηλίων· δεδόχθαι τεῖ βουλε[ῖ]
[καὶ τῶι δ]ήμωι· ἐπαινέσαι Διονύσιον
[ἐπί τε] τεῖ αἱρέσει εἷ ἔχει περί τε τὸ ἱερὸν
[καὶ τὸν] δῆμον, εἶναι δὲ αὐτὸν καὶ π[ρόξε]-
[νον κα]ὶ εὐεργέτην τοῦ [τε ἱ]εροῦ καὶ τ[οῦ δή]-
15 [μου τοῦ Δη]λίων καὶ αὐτὸν κ[αὶ ἐκγ]όνους· [εἶναι]
[δὲ αὐτοῖ]ς ἐν Δήλωι γῆς κ[αὶ οἰκίας ἔγκτησιν καὶ — —].
Search Help
Contact Us