[ ]
Delos — beg. 2nd c. BC
1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Τιμη[σίερ]- |
γος Ἀνδρ[οθ]άλου εἶπεν· [ἐπ]ειδὴ [Διόδωρος] | |
Ἀρώτου [Ὀλβιοπολίτης? ἀ]νὴρ ἀγ[αθὸς ὢν διατελεῖ] | |
περί τε τὸ [ἱε]ρὸν καὶ τ[ὸν δῆμον τὸν Δηλίων] | |
5 | καὶ χρείας παρέχε[ται καὶ κοινεῖ τεῖ πό]- |
λει καὶ ἰδίαι τοῖς ἐν[τυγχάνουσιν αὐτῶι τῶμ] | |
πολιτῶν εἰς ἃ ἄν τ[ις αὐτὸν παρακαλεῖ]· | |
δεδόχθαι τεῖ βουλε[ῖ καὶ τῶι δήμωι· ἐπαι]- | |
νέσαι Διόδωρον Ἀρ[ώτου Ὀλβιοπολίτην? καὶ εἶναι αὐ]- | |
10 | τὸν πρόξενον τοῦ [ἱεροῦ καὶ Δηλίων καὶ αὐ]- |
τὸν καὶ ἐκγόνους κ[αὶ εἶναι αὐτοῖς γῆς καὶ οἰ]- | |
κίας ἔγκτησιν καὶ π[ρόσοδον πρὸς τὴμ βου]- | |
λὴν καὶ τὸν δῆμον π[ρώτοις μετὰ τὰ ἱερά· ὑπάρ]- | |
[χ]ειν δὲ αὐτοῖς καὶ [τἄλλα πάντα ὅσα δέ]- | |
15 | δοται τοῖς ἄλλοις [προξένοις καὶ εὐεργέταις] |
τοῦ τε ἱεροῦ καὶ Δηλ[ίων· ἀναγράψαι δὲ τόδε τὸ] | |
ψήφισμα τὴμ μὲμ β[ουλὴν εἰς τὸ βουλευτήριον], | |
τοὺς δὲ ἱεροποιοὺς ε[ἰς τὸ ἱερὸν εἰς στήλην]· | |
Νικάνωρ Νικάνορος ἐ[πεψήφισεν]. |