[ ] Delos — beg. 2nd c. BC
1 ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Τιμη[σίερ]-
γος Ἀνδρ[οθ]άλου εἶπεν· [ἐπ]ειδὴ [Διόδωρος]
Ἀρώτου [Ὀλβιοπολίτης? ἀ]νὴρ ἀγ[αθὸς ὢν διατελεῖ]
περί τε τὸ [ἱε]ρὸν καὶ τ[ὸν δῆμον τὸν Δηλίων]
5 καὶ χρείας παρέχε[ται καὶ κοινεῖ τεῖ πό]-
λει καὶ ἰδίαι τοῖς ἐν[τυγχάνουσιν αὐτῶι τῶμ]
πολιτῶν εἰς ἃ ἄν τ[ις αὐτὸν παρακαλεῖ]·
δεδόχθαι τεῖ βουλε[ῖ καὶ τῶι δήμωι· ἐπαι]-
νέσαι Διόδωρον Ἀρ[ώτου Ὀλβιοπολίτην? καὶ εἶναι αὐ]-
10 τὸν πρόξενον τοῦ [ἱεροῦ καὶ Δηλίων καὶ αὐ]-
τὸν καὶ ἐκγόνους κ[αὶ εἶναι αὐτοῖς γῆς καὶ οἰ]-
κίας ἔγκτησιν καὶ π[ρόσοδον πρὸς τὴμ βου]-
λὴν καὶ τὸν δῆμον π[ρώτοις μετὰ τὰ ἱερά· ὑπάρ]-
[χ]ειν δὲ αὐτοῖς καὶ [τἄλλα πάντα ὅσα δέ]-
15 δοται τοῖς ἄλλοις [προξένοις καὶ εὐεργέταις]
τοῦ τε ἱεροῦ καὶ Δηλ[ίων· ἀναγράψαι δὲ τόδε τὸ]
ψήφισμα τὴμ μὲμ β[ουλὴν εἰς τὸ βουλευτήριον],
τοὺς δὲ ἱεροποιοὺς ε[ἰς τὸ ἱερὸν εἰς στήλην]·
Νικάνωρ Νικάνορος ἐ[πεψήφισεν].
Search Help
Contact Us