[ ]
Delos — beg. 2nd c. BC
1 | ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἀντίγονος |
Χαριστίου εἶπεν· ἐπειδὴ Ποσίδεος Διονυσί- | |
ου Ὀλβιοπολίτης ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ | |
περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλί- | |
5 | ων καὶ χρείας παρέχεται καὶ κοινεῖ τεῖ |
πόλει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐ- | |
τῶι τῶμ πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν πα- | |
ρακαλεῖ· δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δή- | |
μωι· ἐπαινέσαι Ποσίδεον Διονυσίου Ὀλβι- | |
10 | οπολίτην καὶ εἶναι αὐτὸν πρόξενον τοῦ |
ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ ἐκγό- | |
νους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησι[ν] | |
καὶ πρόσοδον {πρόσοδον} πρὸς τὴν βουλὴν καὶ | |
τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· ὑπά[ρ]- | |
15 | χειν δὲ αὐτοῖς καὶ τἄλλα πάντα ὅσα δέδο- |
ται τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ- | |
ταις τοῦ τε ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι δὲ | |
τόδε τὸ ψήφισμα τὴμ μὲμ βουλὴν εἰς τὸ βου- | |
λευτήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερὸν | |
20 | εἰς στήλην· Νικάνωρ Νικάνορος ἐπεψήφισεν. |