[ ] Delos — beg. 2nd c. BC
1 ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἀντίγονος
Χαριστίου εἶπεν· ἐπειδὴ Ποσίδεος Διονυσί-
ου Ὀλβιοπολίτης ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ
περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δηλί-
5 ων καὶ χρείας παρέχεται καὶ κοινεῖ τεῖ
πόλει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐ-
τῶι τῶμ πολιτῶν εἰς ἃ ἄν τις αὐτὸν πα-
ρακαλεῖ· δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δή-
μωι· ἐπαινέσαι Ποσίδεον Διονυσίου Ὀλβι-
10 οπολίτην καὶ εἶναι αὐτὸν πρόξενον τοῦ
ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν καὶ ἐκγό-
νους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησι[ν]
καὶ πρόσοδον {πρόσοδον} πρὸς τὴν βουλὴν καὶ
τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· ὑπά[ρ]-
15 χειν δὲ αὐτοῖς καὶ τἄλλα πάντα ὅσα δέδο-
ται τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ-
ταις τοῦ τε ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι δὲ
τόδε τὸ ψήφισμα τὴμ μὲμ βουλὴν εἰς τὸ βου-
λευτήριον, τοὺς δὲ ἱεροποιοὺς εἰς τὸ ἱερὸν
20 εἰς στήλην· Νικάνωρ Νικάνορος ἐπεψήφισεν.
Search Help
Contact Us