[ ]
Delos — beg. 2nd c. BC
— — — — — — — — — — — — — | |
1 | [δεδόχ]θ̣αι τεῖ [βουλεῖ καὶ τῶι δήμωι]· |
[ε]ἶναι Μάαρκον [— — — Ποπλίου Ῥω]- | |
μαῖον πρόξενον [καὶ εὐεργέτην τοῦ] | |
τε ἱεροῦ καὶ Δηλ[ίων αὐτὸν καὶ ἐκ]- | |
5 | γόνους καὶ εἶνα[ι αὐτοῖς ἐν Δήλωι] |
γῆς καὶ οἰκίας ἔ[γκτησιν καὶ πρόσο]- | |
δον πρὸς τὴν βο[υλὴν καὶ τὸν δῆ]- | |
μον πρώτοις μετ̣[ὰ τὰ ἱερά· εἶναι] | |
δὲ αὐτοῖς καὶ τὰ [ἄλλα πάντα ὅσα] | |
10 | δέδοται καὶ τοῖς ἄλ[λοις προξένοις] |
καὶ εὐεργέταις το[ῦ ἱεροῦ καὶ Δηλί]- | |
ων· στεφανῶσαι [δὲ αὐτὸν τοῖς] | |
Ἀπολλωνίοις ἐν τῶ̣[ι θεάτρωι, ὅταν] | |
[ο]ἱ τῶν παίδων χορ[οὶ ἀγωνίζωνται, δάφ]- | |
15 | νης στεφάνωι τ[ῶι ἱερῶι καὶ ἀναγο]- |
[ρ]εῦσαι τόδε τὸ κήρ[υγμα· στεφανοῖ ὁ] | |
δῆμος ὁ Δηλίων Μ[άαρκον — — —] | |
Ποπλίου Ῥωμαῖον δ[άφνης στεφάνωι] | |
ἀρ[ε]τῆς ἕνεκεν κα̣[ὶ εὐσεβείας τῆς] | |
20 | [π]ε[ρ]ὶ τὸ ἱερὸν καὶ ε[ὐνοίας τῆς εἰς τὸν] |
[δ]ῆμον τὸν Δηλίω[ν· ἀναγράψαι δὲ τό]- | |
δε τὸ ψήφισμα τ[ὴν μὲν βουλὴν εἰς τὸ] | |
βουλευτήριον, το[ὺς δὲ ἱεροποιοὺς εἰς] | |
τὸ ἱερόν· Τεισικλ[ῆς — — — — — —] | |
25 | ἐπεψήφισεν. |