1 | ἔδοξεν τεῖ β[ουλεῖ καὶ τῶι] |
[δ]ήμωι· Τληπ̣[όλεμος? — —] | |
εἶπεν· ἐπειδὴ [Σ]ω[τί]ων Θεο- | |
δώρου Ῥωμαῖος ἀνὴρ ἀγαθὸς | |
5 | ὢν διατελεῖ περί τε τὸ ἱε- |
ρὸν καὶ τὸν δῆμον τὸν Δηλί- | |
[ων κ]αὶ χρείας παρέχεται | |
καὶ κοι[νε]ῖ τεῖ πόλει καὶ ἰδί- | |
αι τοῖς ἐν[τυγ]χάνουσι[ν αὐ]- | |
10 | τῶι τῶν πολι[τῶν εἰς ὃ ἄν] |
τις αὐτὸν παρακα[λεῖ· περὶ] | |
δὴ τούτων δεδόχθαι [τεῖ] | |
βουλεῖ καὶ τῶι δήμωι· εἶναι | |
Σωτίωνα πρόξενον καὶ εὐ- | |
15 | [ε]ργέτην τοῦ τε ἱεροῦ καὶ τοῦ |
[δή]μου τοῦ Δηλίων καὶ αὐ- | |
[τὸ]ν καὶ ἐκγόνους καὶ εἶναι | |
— — — — — — — — — — — — — |
IG XI,4
808