[ ] Delos — beg. 2nd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμῳ·
Θεόδωρος Σωσιβίου εἶπεν· ἐπει-
δὴ Στησαγόρας Τιμοκράτου
Καρπασεώτης ἀνὴρ ἀγαθὸς ὢν̣
5 διατελεῖ περί τε τὸ ἱερ̣ὸν καὶ τὸν̣
δῆμον τὸν Δηλ<ί>ων καὶ χρείας
παρεχόμενος κοινεῖ τεῖ πόλε[ι]
καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν
αὐτῶι τῶν πολ[ιτ]ῶν εἰς ὃ ἄν τις
10 αὐτὸν παρακαλ̣εῖ, σπουδῆς καὶ
φιλοτιμίας οὐθὲν ἐνλείπων· ἵνα
οὖν καὶ ὁ δ<ῆ>μος εὐχάριστος ὢν
φαίν<η>ται καὶ τιμῶν τοὺς ἀγα-
θοὺς ἄνδρας περί τε τὸ ἱερὸν κα[ὶ]
15 τὸν δῆμον· δεδόχθαι τεῖ βουλεῖ
καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν
Στησαγόραν Τιμοκράτου ἐπὶ τῆ[ι]
[αἱ]ρ̣έσει ᾗ ἔχει περὶ τὸ ἱερὸν καὶ
[τὸν δῆμον τὸν Δ]ηλίων· εἶναι δὲ
20 [αὐτὸν πρόξενον κα]ὶ εὐε[ρ]-
[γέτην — — — — — — — — — —].
Search Help
Contact Us