[ ]
Delos — beg. 2nd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμῳ· |
Θεόδωρος Σωσιβίου εἶπεν· ἐπει- | |
δὴ Στησαγόρας Τιμοκράτου | |
Καρπασεώτης ἀνὴρ ἀγαθὸς ὢν̣ | |
5 | διατελεῖ περί τε τὸ ἱερ̣ὸν καὶ τὸν̣ |
δῆμον τὸν Δηλ<ί>ων καὶ χρείας | |
παρεχόμενος κοινεῖ τεῖ πόλε[ι] | |
καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν | |
αὐτῶι τῶν πολ[ιτ]ῶν εἰς ὃ ἄν τις | |
10 | αὐτὸν παρακαλ̣εῖ, σπουδῆς καὶ |
φιλοτιμίας οὐθὲν ἐνλείπων· ἵνα | |
οὖν καὶ ὁ δ<ῆ>μος εὐχάριστος ὢν | |
φαίν<η>ται καὶ τιμῶν τοὺς ἀγα- | |
θοὺς ἄνδρας περί τε τὸ ἱερὸν κα[ὶ] | |
15 | τὸν δῆμον· δεδόχθαι τεῖ βουλεῖ |
καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν | |
Στησαγόραν Τιμοκράτου ἐπὶ τῆ[ι] | |
[αἱ]ρ̣έσει ᾗ ἔχει περὶ τὸ ἱερὸν καὶ | |
[τὸν δῆμον τὸν Δ]ηλίων· εἶναι δὲ | |
20 | [αὐτὸν πρόξενον κα]ὶ εὐε[ρ]- |
[γέτην — — — — — — — — — —]. |