[ ] Delos — beg. 2nd c. BC
1               —#⁷ε̣#⁷—
[— — — καὶ π]ερὶ πλείστ[ου ποεῖται τὸ εὐερ]-
[γετεῖν] τὸν δῆμον κα[ὶ παρεπιδημῶν ἐν τεῖ πό]-
[λει π]λείω χρόνον [τήν τε ἀναστροφὴν εὐ]-
5 [γν]ώμονα πεπο[ίηται καὶ ἀξίαν τοῦ ἱεροῦ]
[κ]αὶ χρείας παρ[έχεται καὶ κοινεῖ τεῖ πόλει]
καὶ ἰδίαι τοῖς ἐ[ντυγχάνουσιν αὐτῶι τῶν]
πολιτῶν εἰς ἃ ἄ[ν τις αὐτὸν παρακαλεῖ]·
περὶ δὴ τούτων δε[δόχθαι τεῖ βουλεῖ καὶ τῶι]
10 δήμωι· ἐπαινέσαι Μι̣κ̣— — — — — — — —
σιον ἐπὶ τεῖ προαιρέ[σει ἣν ἔχων διατε]-
λεῖ καὶ εἶναι αὐτ[ὸγ καὶ τοὺς ἐγγόνους]
αὐτοῦ προξένους [καὶ εὐεργέτας τοῦ τε]
ἱεροῦ καὶ Δηλίων· [εἶναι δὲ αὐτοῖς καὶ γῆς]
15 καὶ οἰκίας ἔνκτησ[ιν καὶ πρόσοδον πρὸς]
τὴν βουλὴν καὶ τὸν δ[ῆμον πρώτοις μετὰ]
τὰ ἱερά· ὑπάρχειν δὲ αὐτ[οῖς τὰ ἄλλα πάντα ὅσα]
δέδοται καὶ τοῖς ἄλ[λοις προξένοις καὶ]
εὐεργ[έτα]ις τοῦ τε ἱ[εροῦ καὶ Δηλίων· ἀνα]-
20 γρά[ψαι δὲ τόδε τ]ὸ ψήφισ[μα τὴν μὲν βουλὴν]
εἰς [τὸ βουλευ]τήριο[ν, τοὺς δὲ ἱεροποιοὺς]
[εἰς τὸ ἱερόν· Χ]αρίλας [— — — — ἐπεψήφισεν].
Search Help
Contact Us