[ ] Delos — beg. 2nd c. BC
1 ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· [Τηλέ]-
μνηστος Ἀριστείδου εἶπεν· ἐπειδ[ὴ]
Ἀριστίων Μηνοφάνου Κνίδιος ἀνὴρ [ἀγα]-
θὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸν καὶ τὸν
5 δῆμον τὸν Δηλίων καὶ περὶ πλείστου πο-
εῖται τοῦ εὐεργετεῖν τὸν δῆμον καὶ πα-
ρεπιδημῶν ἐν τεῖ πόλει πλείω χρόνον
τήν τε ἀναστροφὴν εὐγνωμόνως πεποίη-
ται καὶ ἀξίαν τοῦ ἱεροῦ καὶ χρείας παρέ-
10 χεται καὶ κοινεῖ τῆι πόλει καὶ ἰδίαι τοῖς
ἐντυγχάνουσιν αὐτῶι τῶν πολιτῶν
εἰς ἃ ἄν τις αὐτὸν παρακαλεῖ· περὶ δὴ
τούτων δεδόχθαι τεῖ βουλεῖ καὶ τῶι δή-
μωι· ἐπαινέσαι Ἀριστίωνα Μηνοφάνου
15 Κνίδιον ἐπὶ τεῖ προαιρέσει ἣν ἔχων διατελεῖ
καὶ εἶναι αὐτὸγ καὶ τοὺς ἐγγόνους αὐτοῦ
προξένους καὶ εὐεργέτας τοῦ τε ἱεροῦ
καὶ Δηλίων· εἶναι δὲ αὐτοῖς καὶ γῆς καὶ οἰ-
[κ]ίας ἔνκτησιν καὶ πρόσοδον πρὸς τὴν βου-
20 λ̣ὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερά· ὑ-
π̣άρχειν δὲ αὐτοῖς τὰ ἄλλα πάντα ὅσα δέ-
[δ]ο̣ται καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέ-
[τ]α̣ις τοῦ τε ἱεροῦ καὶ Δηλίων· ἀναγράψαι
[δ]ὲ τόδε τὸ ψήφισμα τὴν μὲν βουλὴν εἰς
25 τ̣ὸ βουλευτήριον, τοὺς δὲ ἱεροποιοὺς
ε̣ἰς τὸ ἱερόν· Τληπόλεμος Ἄμνου ἐπε-
ψήφισεν.
Search Help
Contact Us