[ ]
Delos — beg. 2nd c. BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
| Τηλέμνηστος Ἀριστείδου εἶπεν· | |
| ἐπειδὴ Σῶσις Σώσιδος Σάμιος | |
| ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περί | |
| 5 | τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δη- |
| λίων καὶ χρείας παρέχεται καὶ | |
| κοινῆι τῆι πόλει καὶ ἰδίαι τοῖς ἐν- | |
| τυγχάνουσιν αὐτῶι τῶν πολι- | |
| τῶν εἰς ἃ ἄν τις αὐτὸν παρακα- | |
| 10 | λεῖ· περὶ δὴ τούτων δεδόχθαι τῆι |
| βουλῆι καὶ τῶι δήμωι· ἐπαινέ[σαι] | |
| Σῶσιν Σώσιδος Σάμιο[ν καὶ εἶναι] | |
| αὐτὸν πρόξε[νον καὶ εὐεργέτην] | |
| τοῦ τ[ε ἱεροῦ καὶ — — — — — — —]. |