[ ] Delos — beg. 2nd c. BC
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Τηλέμνηστος Ἀριστείδου εἶπεν·
ἐπειδὴ Σῶσις Σώσιδος Σάμιος
ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περί
5 τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν Δη-
λίων καὶ χρείας παρέχεται καὶ
κοινῆι τῆι πόλει καὶ ἰδίαι τοῖς ἐν-
τυγχάνουσιν αὐτῶι τῶν πολι-
τῶν εἰς ἃ ἄν τις αὐτὸν παρακα-
10 λεῖ· περὶ δὴ τούτων δεδόχθαι τῆι
βουλῆι καὶ τῶι δήμωι· ἐπαινέ[σαι]
Σῶσιν Σώσιδος Σάμιο[ν καὶ εἶναι]
αὐτὸν πρόξε[νον καὶ εὐεργέτην]
τοῦ τ[ε ἱεροῦ καὶ — — — — — — —].
Search Help
Contact Us