[ ]
Delos — beg. 2nd c. BC
1 | [ἔ]δ̣οξεν τῆι βουλῆι καὶ τῶι δήμω̣[ι]· |
[Τη]λέμνηστος Ἀριστείδου εἶπεν· ἐπειδὴ Μ̣[ε]- | |
[νέ]σ̣τρατος Παπύλου Μακεδὼν ἀνὴρ ἀγαθὸ[ς] | |
ὢ̣ν [δια]τελεῖ περί τε τὸ ἱερὸν καὶ τὸν δῆμον τὸν | |
5 | Δ̣η[λίω]ν καὶ χρείας παρέχεται καὶ κοινῆι τῆι πό̣- |
λ̣ει καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐτῶι τῶν | |
π̣ολ̣[ι]τῶν εἰς ἃ ἄν τις αὐτὸν παρακαλῆι· δεδ[ό]- | |
χθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι Μεν[έ]- | |
στρατον Παπύλου Μακεδόνα καὶ εἶναι αὐτὸ[ν] | |
10 | πρόξενον τοῦ τε ἱεροῦ καὶ Δηλίων καὶ αὐτὸν [καὶ] |
ἐκγόνους καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔ[γ]- | |
κτησιν καὶ πρόσοδον πρὸς τὴν βουλὴν καὶ τὸν | |
[δ]ῆμον πρώτοις μετὰ τὰ ἱερά· ὑπάρχειν δὲ αὐ̣- | |
[τ]οῖς καὶ τἆλλα πάντα ὅσα δέδοται καὶ τοῖ[ς] | |
15 | [ἄλ]λοις προξένοις καὶ εὐεργέταις τοῦ [τε] |
[ἱερ]οῦ καὶ Δηλίων· ἀναγράψαι δὲ τὸ ψή[φισμα] | |
[τόδ]ε τὴν μὲν βουλὴν εἰς τὸ βουλευ[τήριον], | |
[τοὺ]ς δὲ ἱεροποιοὺς εἰς στήλην λιθί[νην καὶ στῆ]- | |
[σαι εἰς] τὸ ἱερόν· vac. Διοκλῆς Μικύθου ἐ[πεψήφισεν]. | |
20 | [ἔδοξεν τῆι βο]υλ[ῆι καὶ τῶι δή]μωι· Τηλ̣[έμνηστος] |
[Ἀριστείδου εἶπεν — — — — — — — — — —]. |