[ ] Delos — beg. 2nd c. BC
           corona laurea
1 ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Τη-
λέμνηστος Ἀριστείδου εἶπεν· ἐ-
[π]ειδὴ Χαιρέας Λυσανίου Μακεδὼν ἀνὴρ
ἀγαθὸς ὢν διατελεῖ περί τε τὸ ἱερὸν
5 καὶ τὸν δῆμον <τὸν> Δηλίων καὶ χρείας
παρέχεται καὶ κοινεῖ καὶ ἰδίαι τοῖς
[ἐ]ντυγχάν[ουσ]ιν αὐτῶι τῶν πολι-
τῶν· περὶ δὴ τούτων δεδόχθαι τεῖ
βουλεῖ καὶ τῶι δήμωι· ἐπαινέσαι τε
10 αὐτὸν καὶ στεφανῶσαι τῶι ἱερῶι
στεφάνωι τοῖς Ἀπολλωνίοις ἐν τῶι
θεάτρωι, ὅταν οἱ χοροὶ τῶν παίδων ἀ-
γωνίζωνται, καὶ ὁ ἱεροκῆρυξ ἀναγο-
[ρ]ευσάτω τόδε τὸ κήρυγμα· στε-
15 FANOI= O( DH=MOS O( *DHLI/WN *XAIRE/AN *L[U]-
σανίου Μακεδόνα ἀρετῆς ἕνεκεν καὶ
εὐσεβείας τῆς περὶ τὸ ἱερὸν καὶ
εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν
Δηλίων· Ἀριστόβουλος Εὐρυμαχί-
20 δου ἐπεψήφισεν.
Search Help
Contact Us