[ ] Delos — beg. 2nd c. BC
           corona laurea
1 [ἔδοξεν τ]εῖ βουλεῖ καὶ τῶι δήμωι· Τηλέ-
[μνησ]τος Ἀριστείδου εἶπεν· στεφα-
[νῶσ]αι τὸν πρόξενον Ἀνδροκλῆν Τιμομέ-
νου Πολυρρήνιον δάφνης στεφάνωι
5 τ̣ῶι ἱερῶι καὶ ἀναγορεῦσαι τὸν ἱεροκή-
ρ̣υκα ἐν τῶι θεάτρωι τοῖς Ἀπολλωνί-
οις, ὅταν οἱ ἱεροὶ χοροὶ τῶν παίδων ἀ-
γωνίζωνται, τόδε τὸ κήρυγμα· στεφα-
νοῖδῆμος ὁ Δηλίων Ἀνδροκλῆν Τιμο-
10 μένου Πολυρρήνιον τὸν πρόξενον δά-
φνης στεφάνωι τῶι ἱερῶι ἀρετῆς ἕνε-
κεν καὶ εὐσεβείας τῆς περὶ τὸ ἱερὸν καὶ
εὐνοίας τῆς εἰς τὸν δῆμον τὸν Δηλίων·
Διοφάνης Φιλοκλέους ἐπεψήφισεν.
Search Help
Contact Us