[ ]
Delos — beg. 2nd c. BC
corona laurea | |
1 | [ἔδοξ]εν τεῖ βουλεῖ καὶ τῶι δήμω[ι]· |
[Τηλέμνη]στος Ἀριστείδου εἶπεν· στεφ[ανῶ]- | |
[σαι] Θέωνα Μενίσκου Βυζάντιον δάφνη[ς] | |
στεφάνωι τῶι ἱερῶι καὶ ἀναγορεῦσαι τὸν | |
5 | ἱεροκήρυκα ἐν τῶι θεάτρωι, ὅταν οἱ ἱεροὶ χ[ο]- |
ροὶ τῶν παίδων ἀγωνίζωνται, τόδε τὸ κή- | |
[ρ]υγμα· στεφανοῖ ὁ δῆμος ὁ Δηλίων Θέωνα | |
Μενίσκου Βυζάντιον δάφνης στεφά[νωι] | |
ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας τῆς περὶ | |
10 | τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον |
τὸν Δηλίων· Δημόκριτος Παρμενίω- | |
νος ἐπεψήφισεν. |