[ ] Delos — beg. 2nd c. BC
            corona laurea
1 [ἔδοξ]εν τεῖ βουλεῖ καὶ τῶι δήμω[ι]·
[Τηλέμνη]στος Ἀριστείδου εἶπεν· στεφ[ανῶ]-
[σαι] Θέωνα Μενίσκου Βυζάντιον δάφνη[ς]
στεφάνωι τῶι ἱερῶι καὶ ἀναγορεῦσαι τὸν
5 ἱεροκήρυκα ἐν τῶι θεάτρωι, ὅταν οἱ ἱεροὶ χ[ο]-
ροὶ τῶν παίδων ἀγωνίζωνται, τόδε τὸ κή-
[ρ]υγμα· στεφανοῖ ὁ δῆμος ὁ Δηλίων Θέωνα
Μενίσκου Βυζάντιον δάφνης στεφά[νωι]
ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας τῆς περὶ
10 τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον
τὸν Δηλίων· Δημόκριτος Παρμενίω-
νος ἐπεψήφισεν.
Search Help
Contact Us